Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.78.5 | Hdt. 4.79.3 (English) | >>Hdt. 4.80.2 |
4.79.1 ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι , ἐγίνετο ἀπὸ προφάσιος τοιῆσδε . ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι · μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον .
4.79.2 ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή , τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν · ἐς ταύτην ὁ θεὸς ἐνέσκηψε βέλος . καὶ ἡ μὲν κατεκάη πᾶσα , Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν .
4.79.3 Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι · οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους .
4.79.4 ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ ὁ Σκύλης , διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων · “ἡμῖν γὰρ καταγελᾶτε , ὦ Σκύθαι , ὅτι βακχεύομεν καὶ ἡμέας ὁ θεὸς λαμβάνει · νῦν οὗτος ὁ δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε , καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται . εἰ δέ μοι ἀπιστέετε , ἕπεσθε , καὶ ὑμῖν ἐγὼ δέξω .”
4.79.5 εἵποντο τῶν Σκυθέων οἱ προεστεῶτες , καὶ αὐτοὺς ἀναγαγὼν ὁ Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε . ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ ὁ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι , κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο , ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.78.5 | Hdt. 4.79.3 (English) | >>Hdt. 4.80.2 |